Ancient Greek · ~2 min
6.33 to 6.34
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 6.33-34
Not analysed yet
ἔπειτα οὐ φονεύειν, οὐ μοιχεύειν, οὐ κλέπτειν, οὐκ ἐπιορκεῖν, οὐκ ἄρρενας ἄρρεσιν ἐπιμαίνεσθαι, οὐ μητράσιν, οὐκ ἀδελφαῖς, οὐ θυγατράσιν ἐπιμίγνυσθαι, οὐδ’ ὅσα τοιαῦτα τοῖς τότε πράττειν ἐξῆν ἀφόβως, συνεχώρει. παραλαβὼν δὲ ἐξ ἀνημέρου καὶ θηριώδους βίου λογικωτέραν καὶ εὔνομον ἐν τοῖς τότε χρόνοις πολιτείαν πρῶτος ἐπὶ γῆς διὰ γραφῆς συνεστήσατο, οὔπω τότε πᾶσιν ἀνθρώποις ἐκφανοῦς ὄντος οὐδὲ τοῦ τοιουδὶ τρόπου.