Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 6
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 6.32
Not analysed yet
ἐπειδὴ γὰρ ἐν τῇ παρ’ Αἰγυπτίοις διατριβῇ οὗτοι μετὰ τὴν τόν θεοφιλῶν προπατόρων τελευτὴν ταῖς Αἰγυπτιακαῖς ὁμοιοτροπίαις ἀπα- χθέντες ἐπὶ τὴν πολύθεον, ὡς ἔφην, δεισιδαιμονίαν ἀποπεπτώκεσαν, ὡς μηδὲν τῶν Αἰγυπτίων πλέον ἔχειν δοκεῖν, γεγονέναι δὲ κάτα πάντα ὁμοίους αὐτοῖς, κατά τε τὴν τῶν εἰδώλων πλάνην, ἔν τε τοῖς ἄλλοις ἐγχειρήμασιν ’εἰκότως, ὥσπερ ἐκ βυθοῦ κακῶν ἀνιμώμενος αὐτοὺς ὁ Μώσης, ἀφίστη μὲν τῆς ἀθέου πολυθείας, ἀνῆγε δὲ ἐπὶ τὸν πάντων δημιουργὸν θεὸν, πρῶτον ἐκεῖνον βαθμὸν εὐσεβείας ὡς ἐν εἰσαγωγαῖς καὶ προθύροις τῶν τελεωτέρων προβεβλημένος.