Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 6
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 6.39
Not analysed yet
αὐτὸ δὴ οὖν τοῦτο Μώσεως προηγορευκότος ὁμοῦ τε ὁ Χριστὸς ἐπεδήμει τῷ βίῳ καὶ τῆς καινῆς διαθή- κης προεβάλλετο πᾶσι τοῖς ἔθνεσι διδασκαλία, παραχρπῆμά τε ‘Ρωμαῖοι τὴν πόλιν ἑλόντες πολιορκίᾳ κα- θεῖλον τὰ ‘Ιεροσόλυμα καὶ τὸν αὐτόθι νεών· λέλυτό τε αὐτίκα πᾶσα ἡ Μώσεως διάταξις, καὶ τὰ τῆς παλαιᾶς περιῄρητο διαθήκης, τά τε τῆς ἀρᾶς μετῄει τοὺς παρὰ καιρὸν τὰ Μώσεως πράττειν παρανομοῦντας, εἰς αὐτὰ βιαζομένους ’ἀντεισήγετο δὲ ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ τῆς νέας καὶ ἐντελοῦς διδασκαλίας τὰ νόμιμα.