Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 6
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 6.40
Not analysed yet
διόπερ εἰκότως ὁ σωτὴρ καὶ κύριος τοῖς οἰομένοις ἐν μόνῃ τῇ ‘Ιερουσαλὴμ ἢ ἐν ὄρεσί τισιν ἢ τόποις ἀφωρισμένοις δεῖν τὸν θεὸν προσκυνεῖν φησιν “ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἶ ἀληθινοὶ προσ- κυνηταὶ προσκυνήσουσιν οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν ‘Ιερουσαλὴμ τῷ πατρί· πνεῦμα γὰρ ὁ θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.”