Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 6
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 6.4
Not analysed yet
πάλιν ὁ μὲν γόης καὶ ὡς ἀληθῶς πλάνος τοῖς ἀπειρημένοις καὶ τοῖς ἀνοσίοις ἑαυτὸν ἐπιδίδωσιν ἀνοσίων καὶ ἀθεμίτων ἡδονῶν ἕνεκεν θήρας, ὥστε ἤδη διὰ τὰς μαγγανείας γύναιά τινα καταβάλλειν καὶ ὑποσύρειν τῇ αὐτοῦ κακίᾳ· ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν οὐδ’ ἔστιν εἰπεῖν ὅπως ἀνέστραπται περὶ σωφροσύνην, ὁπότε πάλιν οἶ μαθηταὶ μαρτυροῦσι παραινεῖν μηδ’ ἐμβλέπειν γυναικὶ μετ’ ἐπιθυμίας ἀκολάστου, φήσαντα ἐρρέθη τοῖς ἀρχαίοις, οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ἐμβλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὑτοῦ.”