Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 6
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 6.5-2
Not analysed yet
καί ποτε ἀναγκαίως ἐπὶ ὠφελείᾳ καὶ σωτηρίᾳ πολλῶν Σαμαρείτιδι γυναικὶ διαλεγόμενον αὐτὸν τεθεαμένοι ἐθαύμαζον, ὅτι μετὰ γυναικὸς ἐλάλει, καὶ ἄλλοτε πρότερον. συνίστη δὲ ἄρα ὁ λόγος τοῦ σωτῆρος ἡμῶν τὸ ἐμβριθὲς καὶ αὐστηρὸν τοῦ τρόπου· σωφροσύνης δὲ αὐτοῦ μέγα δεῖγμα ἦν κἀκείνη ἡ διδασκαλία, δι’ ἧς ἁγνεύειν ἐξ αὐτοῦ τοῦ τῆς διανοίας βάθους τὰς ἐμπαθεῖς ὀρέξεις ἀποτέμνοντας ἐδίδασκε λέγων “εἰσὶν εὐνοῦχοι οἵτινες ἐγεννήθησαν οὕτως, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἐαυ- τοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν.