Ancient Greek · ~3 min
6.43 to 6.44
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 6.43-44
Not analysed yet
‘Ο δὲ Μαλαχίας ὁμοῦ πρὸς τοὺς ἐκ περιτομῆς ἀποτείνεται, καὶ περὶ τῶν ἐθνῶν ταῦτα προαναφω- νεῖ, φάσκων ‘οὐκ ἔστι μου θέλημα, λέγει κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν, διότι ἀπ’ ἀνατολῶν καὶ μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά.” Τὸ γὰρ ἐν παντὶ τόπῳ θυμίαμα καὶ θυσίαν ἀναφέρεσθαι θεῷ τί ἕτερον παρίστησιν ἢ ὅτι μὴ ἐν ‘Ιεροσολύμοις, μηδ’ ἀφωρισμένως ἐν τῷδε τῷ τόπῳ, ἐν πάσῃ δὲ χώρᾳ καὶ ἐν πᾶσι τοῖς ἔθνεσι μέλλουσι τὸ δι’ εὐχῶν θυμίαμα καὶ τὴν οὐ δι’ αἱμάτων, ἀλλὰ δι’ ἔργων εὐσεβῶν καθαρὰν ὠνομασμένην θυσίαν τῷ ἐπὶ πᾶσιν ἀναφέρειν θεῷ;