Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 6
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 6.42
Not analysed yet
αὐτίκα γοῦν τῶν μακαρίων ἐκείνων καὶ θεοφιλῶν, τῶν ἀμφὶ τὸν ‘Αβραὰμ λέγω, οὐκ ἀφωρισμένως ἔν τινι τόπῳ προσ- κυνούντων, οὐδὲ διὰ συμβόλων καὶ τύπων, ἀλλ’ ᾗ φησιν ὁ σωτὴρ καὶ κύριος ἡμῶν “ἐν πνεύματι καὶ ἀληθείᾳ,’’ ἣ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας ἅπασι τοῖς ἔθνεσιν ὑπῆρξεν, τῶν πάλαι προφητῶν καὶ τοῦτο τεθεωρηκότων ’λέγει δ’ οὖν ἄντικρυς Σοφονίας ’ἐπιφανήσεται κύριος ἐπ’ αὐτοὺς, καὶ ἐξο- λοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ, ἕκαστος ἐκ τοῦ τόπου ἀυτῶν.”