Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 6
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 6.47
Not analysed yet
ὁ μέν γε Μώσης θυσιαστήριον καὶ θυσίας οὐδ’ ἀλλαχόσε γῆς ἢ ἐν μόνῃ τῇ Ἰουδαίᾳ, καὶ ταύτης ἐν μιᾷ πόλει συστήσασθαι νομοθετεῖ· ἡ δὲ προφητεία ἐν χώρᾳ φησὶν Αἰγύπτου τῷ κυρίῳ θυσιαστήριον ἱδρυθήσεσθαι, καὶ τοὺς Αἰγυπτίους αὐτοὺς τῷ κυρίῳ τῶν προφητῶν, ἀλλ’ οὐκέτι τοῖς πατρῴοις θεοῖς καλλιερήσειν τὰς θυσίας, καὶ τῆς θεογνωσίας οὐ Μωσέα αἴτιον οὐδ’ ἕτερον τῶν προφητῶν αὐτοῖς γενήσεσθαι, ἀλλά τινα καινὸν καὶ νέον ἄνθρωπον θεόθεν ἀπεσταλμένον.