Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 6
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 6.48
Not analysed yet
μετατιθεμένου δὲ τοῦ θυσιαστηρίου παρὰ τὰ τῷ Μωσεῖ δοκοῦντα, ἀνάγκη πᾶσα καὶ τοῦ Μώσεως νόμου μεταβολὴν γενέσθαι. εἶτα δὲ θύοντες Αἰγύπτιοι τῷ ἐπὶ πάντων θεῷ πάντως που καὶ ἱερωσύνης ἀξιωθήσονται. ἱερωμένων δῆτα Αἰγυπτίων τὰ περὶ Λευιτῶν καὶ τῶν ἐκ διαδοχῆς ‘Ααρὼν Μωσεῖ διατεταγμένα οὐκέτ’ ἂν γένοιτο τοῖς Αἰγυπτίοις χρήσιμα.