Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 6
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 6.55
Not analysed yet
καὶ τίς οὐκ ἂν ἐκπλαγείη τὸ παράδοξον τοῦ πράδδγματος, εἰ δὴ οἶ ἐξ αἰῶνος λίθοις καὶ ξύλοις καὶ δαί- μοσι, θηρίοις τε ἀνθρωποβόροις, καὶ ἑρπετοῖς ἰοβόλοις, ζῴοις τε παντοίοις, καὶ εἰδεχθέσι κνωδάλοις, πυρί τε καὶ γῇ, καὶ τοῖς τοῦ παντὸς ἀψύχοις στοι- χείοις τὴν σεβάσμιον τιμὴν περιτιθέντες, τὸν ὕψιστον θεὸν, τὸν οὐρανοῦ καὶ γῆς δημιουργὸν, αὐτὸν δὴ τὸν τῶν προφητῶν κύριον, τὸν θεὸν ‘Αβραὰμ καὶ τῶν τούτου προπατόρων, μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν ἀνακαλοῦνται;