Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 6
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 6.56
Not analysed yet
καὶ οἱ μικρῷ πρόσθεν μητρογαμίαις καὶ θυγατρομιξίαις, ἀλληλοφθορίαις τε καὶ παντοίαις μιαιφονίαις ἐγκαλινδούμενοι, οἱ μη- δέν τι ἀνημέρων θηρίων τὸν τρόπον διαφέροντες, νυνὶ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν ἐνθέου δυνάμεως μεταβληθέντες καὶ ὥσπερ ἐξ ἑτέρων ἕτεροι γεγονότες, λόγους ἀρετῆς καὶ σωφροσύνης παιδεύματα συνιόντες εἰς τὰ κοινὰ δισασκαλεῖα, μανθάνουσιν; ὡς τὴν ἀνωτάτω φιλοσοφίαν, τὴν μηδ’ ἐμβλέπειν ἀκολάστοις ὀφθαλμοῖς, μηδὲ μέχρι λόγων ἀδιαφορεῖν, μηδὲ τὰ κοινὰ καὶ τοῖς πᾶσι συνήθη διαπράττεσθαι παραι- νοῦσαν οὐ μόνον ἄνδρας, ἀλλὰ καὶ γυναῖκας, πένη- τάς τε καὶ πλουσίους, λογίους τε καὶ ἰδιώτας, μέχρι καὶ παίδων καὶ ἀνδραπόδων, ἐν ταῖς κατὰ πόλιν καὶ κατ’ ἀγροὺς διατριβαῖς παιδεύεσθαι, μανθάνειν τε ἀληθῆ τρόπον, καθ’ ὃν τὸν ἐπὶ πάντων προσήκει θεὸν σέβειν καὶ θεραπεύειν ἐν παντὶ τόπῳ, κατὰ τὴν φήσασαν προφητείαν καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ.”