Ancient Greek
ΒΙΒΛΙΟΝ TPITON, Chapter 6
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 6.6-2
Not analysed yet
πάλιν ὁ μὲν γόης καὶ ἀ· ληθῶς λαοπλάνος πάντα ἐγχειρεῖ καὶ πράττει δοξοκοπῶν τὰ πολλὰ καὶ φαντασιοκοπῶν, καὶ πλέον τι παρὰ τοὺς πολλοὺς εἰδέναι καὶ ἔχειν μεγαλαυχούμενος· ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν, ὅτι μὴ δοξομανὴς καὶ ἀλαζὼν καὶ φαντασιοκόπος ἦν, ἀφ’ ὧν ἰώμενος παρῄνει μηδενὶ φράζειν μηδὲ εἰς πολλοὺς αὐτὸν ἐκφαίνειν, γένοιτ’ ἂν ἔκδηλος ἀπό τε τοῦ τὰς ἐν ὄρεσι διατριβὰς καὶ τὰς ἀναχωρήσεις διώκειν καὶ φεύγειν τὰς κατὰ πόλεις τῶν πολλῶν ἐπιβλαβεῖς ὁμιλίας.