Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 6
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 6.60
Not analysed yet
Οὐ κατὰ ταύτην γοῦν φησιν τὴν ὑπὸ Μώσεως νενομοθετημένην ’αὕτη γὰρ ἦν κατὰ τὴν ἔξοδον τὴν ἀπ’ Αἰγύπτου τοῖς Ἰουδαίοις παραδοθεῖσα. ἔδοξεν ἂν οὖν ἐναντίαν εἰσάγειν τὴν καινὴν διαθήκην τοῦ τρόπου τῆς θεοσεβείας τῶν ἀμφὶ τὸν ‘Αβραὰμ θεοφιλῶν, εἰ μὴ ἀκριβῶς ἐπεσημήνατο φήσας “οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν κατ’ ἐκεῖνο καιροῦ, καθ’ ὃν ἐξήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου.”