Ancient Greek
6.57 to 6.59
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 6.57-59
Not analysed yet
Προσκυνεῖ δῆτα οὖν πᾶς τῷ ἐπὶ πάντων θεῷ βάρβαρος καὶ Ἕλλην, οὐ τρέχων ἐπὶ Ἱεροσόλυμα, οὐδ’ αἵμασι καὶ θυσίαις ἀφοσιούμενος, οἴκοθεν δὲ καὶ ἐφ’ ἑαυτῷ μένων, καὶ πνεύματι καὶ ἀληθείᾳ τὴν ἄναιμον καὶ καθαρὰν ἀποδιδοὺς αὐτῷ λατρείαν. καὶ αὕτη γε ἦν ἡ καινὴ διαθήκη, οὐ κατὰ τὴν πα- λαιὰν τυγχάνουσα· παλαιὰν δὲ μή τοι νομίσῃς λέγε- σθαι τὴν τῶν πρὸ Μώσεως θεοφιλῶν ἀνδρῶν, ἀλλὰ τὴν ὑπὸ Μώσεως αὐτοῦ τῷ Ἰουδαίων ἔθνει νενομο- θετημένην. ἐπιφέρει γοῦν ὁ λόγος διασαφῶν τίνα ἔφησεν εἶναι τὴν παλαιὰν, ᾗ μηδὲν ὅμοιον σχή- σειν διδάσκει τὴν καινὴν λέγων “διαθήσομαι διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐ- τῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.”