Ancient Greek · ~3 min
6.65 to 6.66
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 6.65-66
Not analysed yet
καὶ πάλιν· ὁ μὲν Μώσεως νόμος ἐφ’ ἕνα τινὰ τῆς γῆς ἀφωρισμένον τόπον τοὺς εὐσεβεῖν προῃρημένους σπεύδειν πανταχόθεν παρεκελεύετο, ἐγὼ δὲ τοῖς πᾶσιν ἀνεὶς τὴν ἐλευθερίαν, οὐκ ἐν γω- νίᾳ γῆς, οὐδ’ ἐν ὄρεσιν, ἤ τισι χειροποιήτοις ναοῖς ζητεῖν τὸν ἐπὶ πάντων θεὸν, οἴκοθεν δὲ ἕκαστον σέβειν αὐτὸν καὶ προσκυνεῖν παιδεύω. καὶ πάλιν ’ὁ μὲν παλαιὸς νόμος θυσίαις ταῖς διὰ ζῴων σφαγαῖς λιβανωτοῦ τε καὶ πυρὸς καί τινων ἂλλων ὁμοιοτρόπων τοῦ σώματος καθαρμῶν θρησκεύειν τὸν ἐπὶ πάντων θεὸν παρεκελεύετο, ἐγὼ δὲ τὰ ψυχῆς παραδιδοὺς ὂργια διανοίᾳ καθαρωτάτῃ καὶ νῷ διαυγεῖ, ἐν σωφροσύνῃ καὶ τῷ κατ’ ἀρετὴν βίῳ, δόγμασί τε ὀρθοῖς καὶ εὐσεβέσι τὸ θεῖον γεραίρειν προστάττω.