Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 6
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 6.67
Not analysed yet
καὶ πάλιν· Μώσης μὲν ὡς ἂν μιαιφόνοις οὖσι τοῖς τότε μὴ φονεύειν παρῄνει, ἐγὼ δὲ τοῖς ἐν τούτῳ προπαιδαγωγηθεῖσι καὶ τὴν πρώτην ἐντολὴν κατωρθωκόσι νομοθετῶ τὴν τελειοτέραν, μηδ’ ὀργῆς ἐνέχεσθαι πάθει προστάττων. καὶ αὖθις· ὁ μὲω Μωσῆς μοιχοῖς καὶ ἀκολάστοις διετάττετο τὸ μὴ μοιχεύειν, μηδὲ ἀρσενοκοιτεῖν, μηδὲ τὰς παρὰ φύσιν ἡδονὰς διώκειν, θάνατον τὴν τιμωρίαν τοῖς παραβαίνουσιν ἐπάγων, ἐγὼ δὲ μηδ’ ἐμβλέπειν γυναῖκα μετ’ ἐπιθυμίας ἀκολέστου τοὺς ἐμοὺς βούλομαι.