Ancient Greek
6.68 to 6.74
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 6.68-74
Not analysed yet
καὶ πάλιν· ὁ μὲν ἔλεγεν “οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ θεῷ τοὺς ὅρκους σου ’ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως, ἀλλ’ ἔσται ὁ λόγος ὑμῶν ναὶ ναί, οὒ οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν.’ καὶ πάλιν· ὁ μὲν τοὺς ἀδικοῦντας ἀμύνασθαι καὶ ἀνταδικεῖν παρεκελεύετο λέγων, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος, ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ, ἀλλ’ ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιὰν σιαγόνα σου, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· καὶ τῷ θέ- λοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον. καὶ πάλιν· ὁ μὲν παρῄνει τὸν μὲν φίλον ἀγαπᾶν, μισεῖν δὲ τοὺς ἐχθροὺς, ἐγὼ δὲ καθ’ ὑπερβολὴν φιλανθρωπίας καὶ ἀνεξικακίας ἀγαπᾶν τοὺς ἐχθροὺς ὑμῶν νομοθετῶ, καὶ προσεύ- χεσθαι ὑπὲρ τῶν διωκόντων, ὃπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς, ὅστις τὸν ἥλιον ἀνα- τέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δι- καίους καὶ ἀδίκους. καὶ ἐπὶ τούτοις ὁ μὲν πρὸς τὴν τῶν πολλῶν σκληρίαν ἡρμόζετο καὶ τοῖς ἐμπαθέσι κατάλληλα διετάττετο, ἐξηλλαγμένον καὶ ὑπο- βεβηκότα παρὰ τὸν παλαιὸν τρόπον παραδιδοὺς εὐσεβείας· ἐγὼ δὲ ἐπὶ τὸν τῶν πρόπαλαι θεοφιλῶν ἀνδρῶν εὐσεβῆ καὶ θεοφιλῆ βίον ἀνακαλοῦμαι τοὺς πάντας. καὶ ἐφ’ ἅπασιν ὁ μὲν γῆν ῥέουσαν γάλα καὶ μέλι οἶα νηπίοις ἐπηγγέλλετο ’ἐγώ δὲ βασιλείαν οὐρανῶν τοῖς οἵοις τε χωρεῖν προξενῶ. Ταῦτα καὶ τὰ τοιαῦτα ὁ τῆς καινῆς διαθήκης λόγος διὰ τῆς Χριστοῦ διδασκαλίας πᾶσι κατήγγειλε τοῖς ἔθνεσιν. καὶ ταῦτα ἦν ἃ τοῖς αὐτοῦ μαθηταῖς ὁ Χριστὸς τοῦ θεοῦ πᾶσιν τοῖς ἔθνεσι καταγγέλλειν παρῄνει, φήσας “πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνε- τειλάμην ὑμῖν. ”