Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 6
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 6.76
Not analysed yet
καὶ μὴν ὁ τῆς καινῆς ταύτης νομοθεσίας εἰσαγωγεὺς τὰ πάντα κατὰ τὸν Μώσεως νόμον εἰσῆκται πεπολιτευμένος· ὃ κ’ αἰ αὐτὸ θαυμάζειν ἄξιον, ὅτι δὴ νέας πολιτείας νομοθέτης μέλλων καταστήσεσθαι, τῆς κατὰ τὸ εὐαγγέλιον αὐτοῦ καινῆς διαθήκης, οὐχ ὡς ἐχθρὰ καὶ ἐναντία τὰ Μώσεως παρῃτήσατο· ἢ γὰρ ἂν ἐνομίσθη τὰ πολέμια Μωσεῖ διατάττεσθαι, οὕτω τε ἂν καὶ παρέσχεν τῆς κατὰ Μώσεως καὶ τῶν προφητῶν τοῖς ἀθέοις αἱρεσιώταις πλείστης δυσφημίας ὑπόθεσιν, τοῖς τε ἐκ περιτομῆς εὔλογον τῆς κατ’ αὐτοῦ συσκευῆς αἰτίαν, οἱ δὴ ὡς παραβάτῃ καὶ ἀποστάτῃ τοῦ νόμου τὴν πρὸς θάνατον ἐπιβουλὴν αὐτῷ συνεσκευάσαντο.