Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 7
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 7.1
Not analysed yet
Νυνὶ δὲ πάντα κατὰ τὸν Μώσεως νόμον πεπολιτευμένος τοῖς ἀποστόλοις αὐτοῦ κέχρηται διακόνοις τῆς καινῆς αὐτοῦ νομοθεσίας, ὁμοῦ μὲν καὶ τὰ Μώσεως οὐκ ἀλλότρια οὐδ’ ἐχθρὰ τῆς οἰκείας θεοσεβείας ἡγεῖσθαι δεῖν διδάξας, ὁμοῦ δὲ καὶ αὐθέντης καὶ εἰσηγητὴς νέας καὶ σωτηρίου πᾶσιν ἀνθρώποις καταστὰς νομοθεσίας, ὡς μηδαμῶς εἰς τὰ Μωσεῖ δοκοῦντα παρανομῆσαι αὐτὸν, τέλος δ’ ἐκείνοις ἐπιθεῖναι πρότερον, καὶ πληρωτὴν αὐτῶν γενέσθαι, καὶ οὕτως περὶ τὴν αὐθεντίαν τοῦ κατὰ τὸ εὐαγγέλιον νόμου παρεληλυθέναι. καὶ τοῦτον ἀκουστέον αὐτοῦ λέγοντος τὸν τρόπον “οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ,ἀλλὰ πληρῶσαι.”