Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 6
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 6.8-2
Not analysed yet
ἀλλ’ οὐκ ἔστιν εἰπεῖν, ἔμπαλιν δὲ λόγους φιλοσόφους μετιὸν, ὡς ἀποδέδεικται. ὁ δὴ οὖν ἑτέροις σεμνοῦ καὶ σώφρονος βίου εὐσεβείας τε τῆς ἀνωτάτω παραίτιος γεγενημένος τίς ἂν ἐνδίκως νομι- σθείη ἢ φιλοσόφων ὁ πρώτιστος καὶ εὐσεβῶν ἀνδρῶν διδάσκαλος; καὶ γὰρ ἂν εἴη βελτίων δή που πᾶς ὁ διδάσκων τῶν μαθητευομένων ’φιλόσοφος ἄρα καὶ ἀληθῶς εὐσεβὴς, πολλοῦ δεῖ πλάνος καὶ γόης, ὁμο- λογοῖτ ἂν ὁ σωτὴρ καὶ κύριος ἡμῶν.