Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 6
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 6.9-2
Not analysed yet
εἰ δὴ οὖν τοιόσδε τις ἦν, πῶς ἂν ἄλλως ἐπεχείρει ταῖς θαυμα- τουργίαις ἢ θείᾳ καὶ ἀπορρήτῳ δυνάμει καὶ τῇ ἀνω- τατῶ περὶ τοῦ τῶν ὅλων θεοῦ εὐσεβείᾳ ^ὃν οἶα πα- τέρα τιμῶν καὶ σέβων τὰ μάλιστα ἀποδείκνυται ἐκ τῶν περὶ αὐτοῦ λόγων; ἐπὶ τοσοῦτον δὲ ἄρα οἴ τε ἀρχῆθεν αὐτῷ προσεσχηκότες μαθηταὶ αὐτοῦ καὶ οἱ μετὰ ταῦτα τῆς ἐκείνων διατριβῆς διάδοχοι, πορρω- πορρωτάτω καθεστήκεσαν φαύλης καὶ πονηρὰς ὑπονοίας, ὡς μηδὲ τοῖς νοσηλευομένοις ἐπ’ ἴτ’ ῥ’ ἐπ’ ἑ ἱν,^ οἷα πολλοὶ πολλὰ δρᾶν ἐπιχειροῦσιν ^ἢ πετάλων ἐπιγραφαῖς καὶ περιάμμασι χρῆσθαι ^ἢ τοῖς κατεπᾴδειν ἐπαγγελλο- μένοις προσέχειν τὸν νοῦν, ἢ ῥιζῶν καὶ βοτανῶν θυ- μιάμασι καί τισιν ἄλλοις τοιουτοτρόποις ἀκέσεις τῶν παθῶν ἑαυτοῖς πορίζειν.