Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 6
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 6.9
Not analysed yet
Καὶ ὅρα γε ὅπως ἀκριβῶς φησι τὴν διαθήκην ταύτην, ἐπεὶ μὴ τὴν αὐτὴν τοῖς πατράσιν αὐτῶν διετέθειτο. εἰ δ’ οὖν ἀπολύτως μὴ δεδόσθαι τοῖς πατράσιν αὐτῶν διαθήκην εἰρήκει, ψευδὴς ἂν ἦν ὁ λόγος αὐτῷ δέδοται γοῦν τῷ ‘Αβραὰ, διαθήκη καὶ τῷ Νῶε, ὡς τὰ ἱερὰ μαρτυρεῖ λόγια. διὰ τοῦτο μετὰ προσθήκης ὁ Μώσης οὐ ταύτην φησὶ δεδόσθαι τοῖς πατράσιν αὐτῶν, ἑτέραν αἰνιττόμενος τὴν κρείττω καὶ διαφέρουσαν, δι’ ἧς καἰ θεοφιλεῖς ἀπεφάνθησαν.