Ancient Greek · ~3 min
7 to 9
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 7-9
Not analysed yet
καὶ ἐπεὶ προαπεδείκνυτο μιαρὸν αὐτῶν καὶ ἀκάθαρτον τὸ φῦλον ἐκ τοῦ χαίρειν αἰσχραῖς καὶ ἀκολάστοις περὶ αὐτῶν λεγομέναις ᾠδαῖς καὶ ὕμνοις καὶ μυθικοῖς διηγήμασιν, ἱστορίαις τε ἀσέμνοις καὶ ἐπιβλαβέσιν, ἃς καὶ καθ’ ἑαυτῶν κυροῦντες καὶ ὡς ἀληθεῖς βεβαιοῦντες ἥλωσαν. καὶ τέλος ἀπάντων ἔλεγχος τῆς ἀδρανοῦς αὐτῶν φύσεως ἦν τὸ σβεσθῆναι καὶ μηκέθ’ ὁμοίως χρᾶν· καὶ σβεσθῆναι μὴ ἄλλοτε ἢ ἀπὸ τῶν χρόνων τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ. ἐξ οὗ γὰρ εἰς πάντα τὰ ἔθνη διέδραμεν ὁ τῆς εὐαγγελικῆς διδασκαλίας αὐτοῦ λόγος, ἐξ ἐκείνου καὶ τὰ χρηστήρια διέλιπεν, καὶ δαιμόνων θάνατοι μυημονεύονται. πάντα δὲ οὖν ἦν ταῦτα καὶ ἄλλα τούτοις παραπλήσια μυρία, δι’ ὧν πονηροὶ δαίμονες ὄντες οἱ περὶ ὧν ὁ λόγος ἐν τοῖς τῆς Εὐαγγελικῆς Προπαρασκευῆς ἀπηλέγχθησαν.