Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 7
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 7.1-2
Not analysed yet
“Παράδοξον ἴσως δόξειεν ἄν τισιν εἶναι τὸ μέλλον λέγεσθαι ὑφ’ ἡμῶν. τὸν γὰρ Χριστὸν οἱ θεοὶ εὐσεβέστατον ἀπεφήναντο καὶ ἀθάνατον γεγονότα, εὐφήμως τε αὐτοῦ μνημονεύουσι.” καὶ ὑποβὰς ἐπιλέγει ‘‘περὶ γοῦν τοῦ Χριστοῦ ἐρωτησάντων εἰ ἔστι θεὸς ἡ Ἑκάτη] φησὶν ὅττι μὲν ἀθανάτη ψυχὴ μετὰ σῶμα προβαίνει γιγνώσκεις, σοφίης δὲ τετμημένη αἰὲν ἀλᾶται· ἀνέρος εὐσεβίῃ προφερεστάτου ἐστὶν ἐκείνη ψυχή· εὐσεβέστατον ἄρα ἔφη αὐτὸν καὶ τὴν ψυχὴν αὐτοῦ, καθάπερ καὶ τῶν ἄλλων, μετὰ θάνατον ἀπαθανατισθῆναι, ἣν σέβειν ἀγνοοῦντας τοὺς Χριστιανούς. ἐπερωτησάντων δὲ διὰ τί ἐκολάσθη ἔχρησεν Σῶμα μὲν ἀδρανέσιν βασάνοις αἰεὶ προβέβληται· ψυχὴ δ’ εὐσεβέων εἰς οὐράνιον πέδον ἵζει,”