Ancient Greek · ~7 min
7.2 to 7.7
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 7.2-2-7
Not analysed yet
καὶ ἐπιλέγει μετὰ τὸν χρησμὸν ἑξῆς ‘‘αὐτὁς οὖν εὐσεβὴς καὶ εἰς οὐρανοὺς, ὥσπερ οἱ εὐσεβεῖς, χωρή- σὰς. ὥστε τοῦτον μὲν οὐ βλασφημήσεις, ἐλεήσεις δὲ τῶν ἀνθρώπων τὴν ἄνοιαν.” Ταῦτα καὶ νῦν ὁ Πορφύριος. ἆρ’ οὖν ἀπατεὼν οὗτος; κἂν τὰ φίλα σε δυσωπείτω τῶν οἰκείων ῥήματα. ἔχεις τοιγαροῦν τὸν ἡμέτερον σωτῆρα Ἰησοῦν, τὸν Χριστὸν τοῦ θεοῦ, καὶ παρὰ τοῖς σαυτοῦ ὡμολογημένον οὐ γόητα οὐδὲ φαρμακέα, ἀλλ’ εὐσεβῆ καὶ δικαιότατον καὶ σοφὸν καὶ οὐρανίων ἀψίδων οἰκήτορα. ὁ δὴ οὖν τοιοῦτος πῶς ἂν ἄλλως τῶν παραδόξων ἔργων γεγόνει ποιητὴς ἢ δυνάμει θείᾳ, ἣν καὶ τὰ ἱερὰ λόγια μαρτυροῦσιν αὐτῷ, θεοῦ λόγον καὶ θεοῦ δύναμιν τὴν ἀνωτάτω ἐν ἀνθρώπου μορφῇ καὶ σχήματι, μᾶλλον δ’ ἐν αὐτῇ σαρκὶ καὶ σώματι κατοικῆσαι, καὶ πάσαν τὴν ἐν ἀνθρώποις οἰκονομίαν ἐπιτελέσαι μαρτυροῦντα; καὶ σὺ δ’ ἂν αὐτὸς καταμάθοις τὸ ἔνθεον τῆς περὶ αὐτοῦ δυνάμεως, εἰ λογίσαιο τίς ποτε ὢν ἄρα τὴν φύσιν καὶ πηλίκος ἄνδρας εὐτελεῖς ἐξ ἁλείας καὶ ταπεινοῦ βίου προσοικειωσάμενος, τούτοις κέχρηται διακόνοις ἐπὶ κατορθώσει πράγματος πάντα καλύπτοντος λόγον. διανοηθὶς γὰρ ὃ μηδεὶς πώποτε νόμους οἰκείους καὶ ξένην διδασκαλίαν εἰς πάντα κατασπεῖραι τὰ ἔθνη, καὶ παντὸς γένους ἀνθρώπων διδάσκαλον εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ ἑαυτὸν ἀποφῆναι, τοῖς πάντων ἀγροικοτάτοις καὶ εὐτελεστάτοις ἡγήσατο χρῆσθαι τῆς οἰκείας βουλῆς ὑπηρέταις, εἰκός τινα παραλογώτατα ταῦτα αὐτὸν πεποιηκέναι νομίσαι. πῶς γὰρ οἱ μηδὲ διᾶραι δυνάμενοι στόμα, κἂν ἑνός τινος διδάσκαλοι κατέστησαν, οὐχί γε ἀνδρῶν συλλόγου; πῶς δ’ ἂν πλήθει διειλέχθησαν οἶ πάσης ἐκτὸς γεγονότες παιδείας; ἀλλὰ τοῦτ’ ἦν ἄρα τὸ τῆς ἐνθέου βουλῆς καὶ τῆς ἐνεργούσης ἐν αὐτοῖς θείας δυνάμεως παραστατικόν. ἀνακαλέσας γοῦν αὐτοὺς τὰ μὲν πρῶτά φησι ‟δεῦτε, ἀκολουθεῖτέ μοι, καὶ ὑμᾶς ἁλιεῖς ἀνθρώπων.”