Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 7
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 7.14
Not analysed yet
γέγονε τοίνυν πληρωτὴς τοῦ νόμου καὶ τῶν προφητῶν, τὰς περὶ ἑαυτοῦ στήσας τὸν πρότερον νόμον, ἀρχηγὸς δὲ ἀναφανεὶς δευτέρου τοῦ τοῖς πᾶσιν ἐθνεσι κατηγγελμένου τῆς καινῆς διαθήκης νόμου, ὡς ὁμοῦ νόμου καὶ ἁρχῆς αἴτιον καταστῆναι τῶν δυεῖν ὑποθέσεων, Ἰουδαϊσμοῦ λέγω καὶ Χριστιανισμοῦ. ὅ καὶ αὐτὸ θαυμάξειν ἄξιον, τὴν θειαν πρόρρησιν ὦδέ πως ἀναφωνοῦσαν “ἰδοὺ, τίθημι ἐν Σιὼν λίθον ἐκλεκτὸν, ἀκρογωνιαῖον, ἔντιμον· καὶ ὁ πιστεύων εἰς αὐτὸν οὐ καταισχυνθήσεται.