Ancient Greek
7.15 to 7.16
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 7.15-16
Not analysed yet
Τίς δ’ ἄν εἴη ἀκρογωνιαῖοις ἤ οὖτος ὁ ζῶν καὶ πολυτίμτος λίθος μίαν ἐκ δυεῖν οἰκοδομῶν ὑποστηςάμενος διὰ τῆς αὐτοῦ διδασκαλίας; τὴν γὰρ Μωςέως μέχρις αὐτοῦ παραταθεῖσαν στήσας, ἐκ θατέρου μέρους τὴν ἡμετέραν ἐπισυνῆψεν τὴν κατὰ τὸ εὐαγγέλιον οἰκοδομήν. ὅθεν εἰκότως ἀκρογωνιαῖος ὠνόμασται. καὶ ἐν ψαλμοῖς δὲ εἴρηται “λίθον ὅν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὖτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.”