Ancient Greek · ~2 min
7.2 to 7.3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 7.2-4-3
Not analysed yet
καὶ μεθ’ ἔτερα αὐτὸν ἐν ἐκκλησίᾳ λαοῦ καὶ ἐν καθέδρᾳ πρεσβυτέρων αἰνεσάτωσαν αὐτόν. ἔθετο ποταμοὺς εἰς ἔρημον, καὶ διεξόδους ὑδάτων εἰς δίψος, γῆν καρποφόρον εἰς ἅλμην ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ. ἔθετο τὴν ἔρημον εἰς λίμνας ὑδάτων καὶ γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων. καὶ κατῴκισεν ἐκεῖ πεινῶντας, καὶ συνεστήσαντο πόλεις κατοικεσίας. Καὶ ταῦτα σαφῶς ὀνομαστὶ τὴν τοῦ θεοῦ λόγου ἐξ οὐρανῶν κάθοδον εὐαγγελίζεται, τά τε τῆς παρουσίας αὐτοῦ κατορθώματα. ‟ἀπἐστειλε” γοῦν ‟τὸν λόγον αὑτοῦ, καὶ ἰάσατο αὐτούς.” θεοῦ ἡμεῖς σαφῶς τοῦτόν φαμεν τὸν πρὸς τοῦ πατρὸς ἀποσταλέντα πᾶσιν ἀνθρώποις σωτῆρα, ὃν καὶ διὰ τῶν ἱερῶν εὐαγγελίων θεολογεῖν πεπαιδεύμεθα.