Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ EKTON, Chapter 7
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 7.4-3
Not analysed yet
αἰνίττεται δὲ καὶ τὴν μέχρι θανάτου κάθοδον αὐτοῦ διὰ τοὺς ἐφθακότας εἰς τοῦτον γεγεννημένην, καὶ τήν γε αἰτίαν τῆς ἀφίξεως αὐτοῦ παρίστησι, τὴν ἀπολύτρωσιν ἐμφαίνων τῶν δι’ αὐτοῦ σωθησομένων. τοὺς γὰρ ἐφθακότας ἕως τῶν πυλῶν τοὐ θανάτου ἔσωσε μόνος αὐτός· τούτους δὲ καὶ ἐρρύσατο ἰασάμενος ἐκ τῶν διαφθορῶν αὐτῶν· καὶ διεπράξατό γε ταῦτα οὐκ ἄλλως ἢ τοῦ θανάτου τὰς λεγομένας πύλας χαλκὰς συντρίψας καὶ τοὺς σιδηροῦς μοχλοὺς συγκλάσας.