Ancient Greek
7.24 to 7.29
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 7.24-29
Not analysed yet
συνορᾷς τοιγαροῦν καὶ αὐτὸς ὅπως κεκράτηκεν ὁ δι’ αὐτῶν λόγος, ἐπεὶ καὶ αὐτῶν ἡ βίβλος τῶν Πραξέων συνῳδὰ τούτοις καὶ σύμφωνα μαρτυρεῖ· ἔνθα ἱδτοροῦνται καὶ αὐτοὶ τῇ τῶν παραδόξων ἐνεργείᾳ δι’ ὀνόματος τοῦ Ἰησοῦ πρὸς αὐτῶν ἐπιτελουμένῃ τοὺς παρόντας καὶ τοὺς θεωμένους ἐκπλῆξαι. ἐξέπληττον γὰρ, ὡς εἰκὸς, διὰ τῶν ἔργων τοὺς θεωμένους πρότερον· εἶθ’ οὕτως προθύμους εἶχον αὐτοὺς ἐπὶ τὸ φιλοπευστεῖν τίς ποτ’ ἦν οὗτος οὗ τῇ δυνάμει καὶ προσηγορίᾳ τὸ θαῦμα γέγονεν· εἶτα διδάσκοντες ηὕρισκον τῇ πίστει φθάνοντας τὴν παρ’ αὐτῶν διδασκαλίαν. οὐ γὰρ τοῖς λόγοις πεισθέντες, ἀλλὰ τοῖς ἔργοις προκαταληφθέντες ῥᾴδιον ἐποιοῦντο τὴν ἐν τοῖς λόγοις διάθεσιν. λέγονται γοῦν ἤδη τινὲς βουθυσίας καὶ σπονδὰς, ὡς ἂν ἤδη θεοῖς οὖσιν, τοῖς τοῦ Ἰησοῦ προσαγηοχέναι· καὶ τινὰ μὲν αὐτῶν τὸν Ἑρμῆν. εἶναι, τινὰ δὲ τὸν Δία νενομικέναι, τοσοῦτον αὐτῶν τὰς διανοίας ἐξέπληττεν ἡ τῶν παραδόξων ἔργων ἐπίδειξις. καὶ δὴ οὕτω διακειμένοις πάνθ’ ὅσα περὶ τοῦ Ἰησοῦ κατήγγελλον ἤδη λοιπὸν ἀληθεύειν εὐλόγως ἐνομίζοντο, καὶ τῇ μετὰ τὸν θάνατον ἀναβιώσει αὐτοῦ οὐχ ἁπλοῖς οὐδ’ ἀναποδείκτοις ἐμαρτύρουν λόγοις, δέ αὐτῆς δ’ ἐνεργείας ἔπειθον, ζῶντος ἔργα παριστῶντες. εἰ δὲ καὶ θεὸν αὐτὸν καὶ θεοῦ παῖδα πρὸ τῆς εἰς ἀνθρώπους ἀφίξεως παρὰ τῷ πατρὶ τυγχάνοντα κατήγγελλον, καὶ τούτῳ πῶς οὐκ ἂν προσέθεντο μᾶλλον, τὸ ἐναντίον ἄπιστον εἶναι καὶ ἀδύνατον ἡγούμενοι εἰκότως, λογισάμενοι μὴ δύνασθαι θνητῆς ἔργα φύσεως εἶναι νομίζειν τὰ δρώμενα, ἀλλὰ θεοῦ, κἂν μὴ λέγῃ τις; τοῦτ’ ἦν ἄρα καὶ οὐδὲν ἄλλο τὸ ζητηθὲν αὐτὸ ἐκεῖνο, ὁποίᾳ δυνάμει περιγεγόνασι τῶν ἐν ἀρχαῖς ἀκροωμένων οἶ τοῦ Ἰησοῦ μαθηταὶ, καὶ ὅπως Ἕλληνας ὁμοῦ καὶ βαρβάρους ὡς περὶ λόγου θεοῦ περὶ αὐτοῦ φρονεῖν ἔπεισαν, ὅπως τε ἐν μέσαις ταῖς πόλεσιν καὶ ἀνὰ τὰς χώρας εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ συνεδτήσαντο διδασκαλεῖα.