Ancient Greek · ~3 min
7.30 to 7.32
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 7.30-32
Not analysed yet
καίτοι τίς οὐκ ἂν θαυμάσειε πρὸς ἑαυτὸν ἐπιλογισάμενος καὶ ἐνθυμηθεὶς ὡς οὐκ ἀνθρώπινον ἦν τὸ μηδ’ ἄλλοτε ὑπὸ μίαν τὴν ῾Ρωμαίων γενέσθαι τὰ πλεῖστα τῆς οἰκουμένης ἔθνη, ἀλλ’ ἀπὸ τῶν τοῦ Ἰησοῦ χρόνων. ἅμα γὰρ τῇ εἰς ἀνθρώπους αὐτοῦ παραδόξῳ ἐπιδημίᾳ καὶ τὰ ῾Ρωμαίων ἀκμάσαι συνηνέχθη, τότε πρῶτον Αὐγούστου τῶν πλείστων ἐθνῶν μοναρχήσαντος, καθ᾿ ὂν Κλεοπάτρας ἁλούσης ἡ κατ’ Αἴγυπον τῶν Πτολεμαίων διαδοχὴ λέλυτο· ἐξ ἐκείνου τε καὶ εἰς δεῦρο τὸ ἀπ’ αἰῶνος καὶ ἀπ’ αὐτῆς ὡς εἰπεῖν τῆς πρώτης ἀνθρωπείας συστὰν Αἰγύπτου βασίλειον καθῄρητο. ἐξ ἐκείνου τε καὶ τὸ Ἰουδαίων ἔθνος Ῥωμαίων δοῦλον γέγονεν, καὶ τὸ Σύρων ὠσαύτως, Καππαδόκων τε καὶ Μακεδόνων, καὶ Βιθυνῶν, καὶ Ἑλλήνων, καὶ συνελόντι φάναι τῶν λοιπῶν τῶν ὑπὸ τὴν ῥωμαίων ἁρχὴν ἁπάντων.