Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 7
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 7.37
Not analysed yet
αὐτίκα τίς οὐκ ἂν θαυμάσειε τὰ συμβαίνειν κατὰ τοὺς τοιούσδε καιροὺς εἰωθότα ; οἱ μὲν γὰρ τῆς εὐσεβείας ἀθληταὶ τὸ πρὶν ἀνθρώποις γε τοῖς πᾶσι διάδηλοι καὶ διαπρεπεῖς ἐγίνοντο, τῶν παρὰ τῷ θεῷ κατηξιωμένοι βραβείων· οἱ δὲ τῆς εὐσεβείας πολέμιοι τὰς προσηκούσας ἐξέτινον δίκας, θεηλάτοις μάστιξιν οἰστρούμενοι καὶ πᾶν τὸ σῶμα δεινοῖς καὶ ἀνιαροῖς πάθεσι διαφθειρόμενοι, ὥστε ἤδη καὶ εἰς ὁμολογίαν τῆς κατὰ Χριστοῦ δυσσεβείας ἥκειν περιελαθῆναι.