Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 7
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 7.36
Not analysed yet
πάλιν τε αὖ ὡς μὴ νομισθείη κατὰ συγχώρησιν τῶν κρατούντων διαρκέσειν, εἴποτέ τις τούτων πονηρίᾳ ληφθεὶς τῷ τοῦ Χριστοῦ λόγῳ πολεμεῖν προύθετο, καὶ τοῦτο πράτ- τειν ἐνεδίδου τὸ καταθύμιον, ὁμοῦ μὲν εἰς ἔνδειξιν τῶν τῆς εὐσεβείας ἀθλητῶν, ὁμοῦ δὲ καὶ εἰς τὸ τοῖς πάσι φανερὸν καταστῆναι ὅτι μὴ ἐξ ἀνθρώπων ἦν βουλῆς, ἀλλ’ ἐκ τῆς τοῦ θεοῦ δυνάμεως ἡ τοῦ λόγου σύστασις.