Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ EKTON, Chapter 7
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 7.5-2
Not analysed yet
καὶ δὴ μετὰ ταῦτα ἀκολούθως προφητεύει τὴν εἰς ἔρημον κατάστασιν τῶν μὴ ἐλθόντα παραδεξαμένων αὐτόν. ἔθετο γὰρ (φησὶ) ποταμοὺς εἰς ἔρημον καὶ διεξόδους ὑδάτων εἰς δίψος, γῆν καρποφόρον εἰς ἅλμην ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ.” ἃ καὶ νοήσεις ἀναδραμὼν τοῦ Ἰουδαίων ἔθνους ἐπὶ τὴν πάλαι βοωμένην Ἱερουσαλὴμ, καὶ τὴν δόξαν καὶ τὴν ἐν θεῷ καρποφορίαν, τῶν ἐν αὐτῇ πολιτευομένων ἁγίων καὶ θεοφιλῶν ἀνδρῶν ἐπὶ τοῦ παρόντος ἐστερημένην.