Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 7
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 7.9
Not analysed yet
καὶ τίς οὐκ ἂν ἐξεπλάγη καὶ ἠπίστησεν ἂν εἰκότως τῷ παραδόξῳ τοῦ θαύματος, ὅτε μηδεὶς μὲν τῶν πώποτε ἐν ἀνθρώποις γενομένων διαφανῶν, μὴ βασιλεὺς, μὴ νομοθέτης, μὴ φιλόσοφος, μὴ Ἕλλην, μὴ βάρβαρος, τοιοῦτόν τι διανοηθεὶς ἱστορεῖται, ἀλλ’ οὐδ’ εἰς φαντασίαν ἐλθων τοῦ παραπλησίου ; ἀγαπητὸν γὰρ ἑκάστῳ ἣν, εἰ καὶ ἐπὶ μόνης τῆς οἰκείας γῆς τὸ οἰκεῖον ἐπάγγελμα συνεστήσατο, καὶ τοὺς καλῶς ἔχειν φανέντας νόμους κἂν ἐφ’ ἑνὸς τοῦ οἰκείου ἔθνους κρατῦναι οἶός τε ἦν· ὁ δὲ μηδὲν θνητὸν καὶ ἀνθρώπινον διανοηθεὶς ὅρα εἰ μὴ ὡς ἀληθῶς θεοῦ πάλιν προήκατο φωνὴν, αύτολεξεὶ φήσας τοῖς εὐτελεστάτοις ἐκείνοις αὐτοῦ μαθηταῖς “πορευθένες μαθητεύσατε πάντα τὰ ἔθνη.”