Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 7
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 7.8
Not analysed yet
ἐπειδὴ δὲ λοιπὸν αὐτοὺς ἀκολούθους ἐκτήσατο, ἐμπνεύσας αὐτοῖς δυνάμεως θείας, μένους τε καὶ θάρσους ἐμπλήσας, καὶ δὴ οἷά τις ἀληθῶς θεοῦ λόγος καὶ αὐτὸς θεὸς, τηλικούτων θαυμάτων ποιητὴς, νοερῶν αὐτοὺς καὶ λογικῶν ψυχῶν θηρευτὰς ποιήσας, ἔργον τε ἐπιθεὶς τῇ φωνῇ τῇ ‟δεῦτε, ἀκολουθεῖτέ μοι, καὶ ὑμᾶς ἁλιεῖς ἀνθρώπων φησάσῃ, ὁμοῦ τε ἐργάτας καὶ διδασκάλους αὐτοὺς εὐσεβείας ἀπειργασμένους ἤδη καὶ εἰς πάντα τὰ ἔθνη διεπέμπετο, κήρυκας ἀναδεί- ξας τῆς αὑτοῦ διδασκαλίας.