Ancient Greek
ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ., Chapter praef
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 8
Not analysed yet
διόπερ οἶ μὲν αὐτῶν “ἐσεβάσθησαν καὶ λάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, οἶ δὲ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὑτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία, ὡς ἐναλλάξαι τὴν δόξαν ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετηνῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. νεκρῶν δὴ οὑν οἵδε ἀνδρῶν δυναστῶν τινων ἢ καὶ τυράννων πάλαι γενομένων εἰκόνας ἀνειδωλοποιήσαντες, καὶ ταύταις τὸ θεῖον περιάψαντες σέβας, τάς τε ἐκτόπους καὶ ἀκολάστους τῶν αὐτῶν πράξεις ὡς θεῶν κατορθώματα σεμνύνειν ἐθεολόγησαν.