Ancient Greek · ~4 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 8
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 8.1
Not analysed yet
‘Αλλ’ ὁ μὲν ἐν πλαξὶν ἀψύχοις, ὁ δ’ ἐν διανοίαις ζώσαις τὰ τέλεια τῆς καινῆς διαθήκης παραγγέλματα ἐνέγραψεν · οἶ δέ γε αὐτοῦ μαθηταὶ τῷ τοῦ διδασκάλου νεύματι κατάλληλον ταῖς τῶν πολ- λῶν ἀκοαῖς ποιούμενοι τὴν διδασκαλίαν, ὅσα μὲν ἅτε τὴν ἔξιν διαβεβηκόσι πρὸς τοῦ τελείου διδασκά- διδασκάλου παρήγγελτο, ταῦτα τοῖς οἔοις τε χωρεῖν παρεδί- παρεδίδου ὅσα δὲ τοῖς ἔτι τὰς ψυχὰς ἐμπαθέσι καὶ θερα- πείας δεομένοις ἐφαρμόζειν ὑπελάμβανον ταῦτα συγκατιόντες τῇ τῶν πλειόνων ἀσθενείᾳ, τὰ μὲν διὰ γραμμάτων, τὰ δὲ δι’ ἀγράφων θεσμῶν φυλάττειν παρεδίδοσαν, ὥστε ἤδη καὶ τῇ Χριστοῦ ἐκκλησίᾳ δύο βίων νενομοθετῆσθαι τρόπους· τὸν μὲν ὑπερ- φυὴ καὶ τῆς κοινῆς καὶ ἀνθρωπίνης πολιτείας ἐπέ- κεινα, οὐ γάμους, οὐ παιδοποιίας, οὐδὲ κτῆσιν, οὐδὲ περιουσίας ὕπαρξιν παραδεχόμενον, ὅλον δὲ δι’ ὅλου τῆς κοινῆς καὶ συνήθους ἁπάντων ἀνθρώπων ἀγωγῆς παρηλλαγμένον, καὶ μόνῃ τῇ τοῦ θεοῦ θε- ραπείᾳ παρηλλαγμένον, καθ’ ὑπερβολὴν ἔρωτος οὐ- ρανίου.