Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 8
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 8.2
Not analysed yet
οἶ τόνδε μετιόντες τὸν τρόπον τὸν θνη- τῶν βίον τεθνάναι δοκοῦντες, καὶ αὐτὸ μόνον τὸ σῶμα φέροντες ἐπὶ γῆς, φρονήματι δὲ τὴν ψυχὴν εἰς οὐρανὸν μετενενηγμένοι, οἶά τινες οὐράνιοι, τὸν τῶν ἀνθρώπων ἐφορῶσι βίον, ὑπὲρ τοῦ παντἱͅ(ς γἐ- γένους ἱερωμένοι τῷ ἐπὶ πάντων θεῷ, οὐ βουθυσίαις καὶ αἵμασιν, οὐδὲ σπονδαῖς καὶ κνίσαις, οὐδ’ αὖ καπνῷ καὶ πυρὸς ἀποβρώσει καὶ σωμάτων φθοραῖς, δόγμασι δὲ ὀρθοῖς ἀληθοῦς εὐσεβείας, ψυχῆς τε δια- θέσει κεκαρθαμένης, καὶ προσέτι τοῖς κατ’ ἀρετὴν ἔργοις τε καὶ λόγοις ’οἷς τὸ θεῖον ἐξιλεούμενοι τὴν ὑπὲρ σφῶν αὐτῶν καὶ τῶν σφίσιν ὁμογενῶν ἀποτε- λοῦσιν ἱερουργίαν.