Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 8
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 8.3
Not analysed yet
τοιόσδε μὲν οἶν καθέστηκεν ὁ ἐντελὴς τῆς κατὰ τὸν Χριστιανισμὸν πολιτείας τρό- πος· ὁ δ’ ὑποβεβηκὼς ἀνθρωπινώτερος, οἷος καὶ γάμοις συγκατιέναι σώφροσι καὶ παιδοποιίαις, οἰκο- νομίας τε ἐπιμελεῖσθαι, τοῖς κατὰ τὸ δίκαιον στρa- τευομένοις τὰ πρακτέα ὑποτίθεσθαι, ἀγρῶν τε καὶ ἐμπορίας καὶ τῆς ἄλλης πολιτικωτέρας ἀγωγῆς μετὰ τοῦ θεοσεβοῦς φροντίζειν, οἷς καὶ ἀσκήσεων καιροὶ μαθητείας τε καὶ τῶν θείων λόγων ἀκροάσεως ἡμέραι ἀφωρίσθησαν.