Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 9
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 9.16
Not analysed yet
ἐπὶ τούτοις ἅπασιν εἴ τις ἀκριβῶς ἐξετάζοι τοὺς τῶν παλαιῶν βίους, περὶ ὧν τὸν λόγον ποιούμεθα, γνοίη ἂν αὐτοὺς ἐν ἀρχαῖς μὲν τῆς ἡλικίας παιδοποιουμένους, θᾶττον δὲ ἀνασχόντας καὶ ἀποπεπαυμένους. γέγραπται γὰρ ὅτι ε'ὐηρέστησεν ‘Ενὼχ τῷ θεῷ μετὰ τὸ γεννῆσαι τὸν Μαθουσαλά· ἀκριβῶς οὕτω τῆς γραφῆς μετὰ τὴν τοῦ παιδὸς γέννησιν εὐηρεστηκέναι τ· ῷ θεῷ τὸν δηλούμενον ἱστορούσης, καὶ οὐκέτι ἐξ ἐκείνου παῖδας αὐτῷ γενέσθαι μαρτυρούσης.