Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 9
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 9.17
Not analysed yet
καὶ Νῶε δὲ ἂνθρω- πος δίκαιος μετὰ τὴν τῶν παίδων γένεσιν μόνος σὺν τοῖς οἰκείοις ἐν τῇ τῶν ἐπὶ γῆς ἀπάντων φθορᾷ διασωθεὶς, πλείστοις μετὰ ταῦτα ἐπιβιοὺς ἔτεσιν, οὐδαμῶς εἰσάγεται παῖδας κτησάμενος. λέγεται δὲ καὶ ὁ ‘Ισαὰκ ἐκ μιᾶς γαμετῆς διδύμου γονῆς πατὴρ γεγονὼς μέχρι τούτου στήσαι τὴν πρὸς γαμετὴν ὁμιλίαν. καὶ ὁ ‘Ιωσὴφ, καὶ ταῦτα παρ’ Αἰγυπτίοις τἀς διατριβὰς πεποιημένος, οὐ πλείω δύο παίδων κατέστη πατὴρ, μίαν τὴν τούτων μητέρα ἀγόμενος.