Ancient Greek · ~1 min
9.18 to 9.19
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 9.18-19
Not analysed yet
καὶ αὐτός γε Μώσης ὅ τε τούτου ἀδελφὸς ‘Ααρὼν πρὸ μὲν τῆς τοῦ θεοῦ ἐπιφανείας ἱστοροῦνται παιδοπεποιημένοι, μετὰ δὲ τοὺς θείους χρησμοὺς οὐκέτι ἔστιν αὐτοῖς παῖδας εὑρεῖν γεγεννημένους. τί χρὴ λέγειν περὶ Μελχισεδέκ; οὗ καθάπαξ οὐ παῖς, οὐ γένος, οὐ διαδοχὴ φέρεται, οὐδ’ Ἰησοῦ τοῦ Μωσέως διαδόχου, οὐδὲ πλείστων ἄλλων προφητῶν.