Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 9
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 9.4
Not analysed yet
διὸ τοῖς μὲν σπουδάζεσθαι τὴν τῶν διαδόχων ἐπίδοσιν εἰς πολυανθρωπίαν, αὔξοντος κατ’ ἐκεῖνο καιροῦ καὶ πληθύοντος εἰς ἀκμήν τε προϊόντος τοῦ τῶν ἀνθρώπων γένους ’ἡμῖν δὲ μὴ σφόδρα τι τοῦτο μέλειν, ὡς ἂν ἤδη τῶν πραγμάτων φθινόντων καὶ ἀποληγόντων ἐπὶ πέρας τε ἔσχατον ἐλαυνόντων, διαρρήδην πρὸ τῆς τοῦ βίου συντελείας τῆς εὐαγγελικῆς λικῆς διδασκαλίας ἐπὶ θύραις ἐλαύνειν λεγομένης, ἀνανεώσεως τε καὶ παλιγγενεσίας αἰῶνος ἑτέρου ὅσον οὔπω μέλλοντος ἐπιστήσεσθαι προκηρυττομένης.