Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 9
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 9.5
Not analysed yet
μία μὲν οὖν ἀπόδοσις αὕτη· δευτέρα δ’ ἂν εἴη τοιαύτη. τοῖς μὲν παλαιοῖς ἀνειμένον καὶ ἐλεύθερον μετιοῦσι βίον οὐδὲν ἦν ἐμποδὼν οἴκου καὶ παίδων προί· στασθαι μετὰ τῆς περὶ τὸ θεῖον σχολῆς αὐταῖς γαμεταῖς καὶ παισὶ καὶ οἴκοις θεοσεβεῖν ἀπερισπάστως δυναμένοις, καὶ μηδαμῶς ὑπὸ τῶν ἐκτὸς τῆς περὶ τὰ κρείττω προθέσεως ἀποσπωμένοις · τὰ δὲ καθ’ ἡμᾶς μυρία τὰ ἐκτὸς καθέλκοντα, καὶ εἰς ἀλλοκότους φροντίδας περισύροντα, τῆς τε περὶ τὰ θεῷ ἀρεστὰ σπουδῆς ἀφιστάντα τυγχάνει.