Ancient Greek · ~2 min
Section 15
Eusebius Scr. Eccl. et Theol., Epistula ad Caesarienses 15
Not analysed yet
καὶ τὸν ἀναθεματισμὸν δὲ τὸν μετὰ τὴν πίστιν πρὸς αὐτῶν ἐκτεθέντα ἄλυπον εἶναι ἡγησάμεθα διὰ τὸ ἀπείργειν ἀγράφοις χρῆσθαι φωναῖς, διὸ σχεδὸν ἡ πᾶσα γέγονε σύγχυσις καὶ ἀκαταστασία τῆς ἐκκλησίας. μηδεμιᾶς γοῦν θεοπνεύστου γραφῆς τῷ «ἐξ οὐκ ὄντων» καὶ τῷ «ἦν ποτε ὅτε οὐκ ἦν» καὶ τοῖς ἑξῆς ἐπιλεγομένοις κεχρημένης οὐκ εὔλογον ἐφάνη ταῦτα λέγειν καὶ διδάσκειν. ᾧ καὶ αὐτῷ καλῶς δόξαντι συνεθέμεθα, ἐπεὶ μηδὲ ἐν τῷ πρὸ τούτου χρόνῳ τούτοις εἰώθαμεν συγχρῆσθαι τοῖς ῥήμασιν.