Ancient Greek · ~2 min
Fragment 7
Eusebius Scr. Eccl. et Theol., Fragmenta in proverbia 7
Not analysed yet
Πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων Εὐσεβίου. Σκυλεύουσιν οὓς νικῶσιν οἱ δαίμονες, λαμβάνοντες ἀπ' αὐτῶν τὴν τοῦ Θεοῦ πανοπλίαν, ἤγουν τὴν περικεφαλαίαν καὶ θώρακα καὶ τὴν μάχαιραν τοῦ πνεύματος· οἶκοι δὲ αὐτῶν αἱ τῶν κακούργων ἐκκλησίαι, ἃς καὶ ἐμπλῆσαι βούλωνται σκύλων, ἤτοι καρπῶν ὧν ἐκ τῶν δικαίων ἁρπάζουσι· πῶς δὲ καὶ σκῦλα προσαγορεύεις τὰ μὴ πολέμου νόμῳ ληφθέντα, ἀλλ' ἐκ γυμνῆς τῆς ἀδικίας κακῶς σοι περιγενόμενα;