Ancient Greek · ~3 min
Chapter 1
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 1.Ψ. Εκ Τῆς α′ τῶν Παραλειπομένων. Ὁ Κύριοσ διὰ Νάθαν πρὸσ τὸν Δαυὶδ μεθ’ ἕτερα καὶ ταῦτα λέγει. ΚΓ´.
Not analysed yet
Καὶ ἔσται ὅτ’ ἂν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετά σε, ὃς ἔσται ἐκ τῆς κοιλίας σου· καὶ ἑτοιμάσω τὴν βασιλείαν σου· αὐτὸς οἰκοδομήσει μοι οἶκον· καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ· ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν· καὶ τὸ ἔλεός μου οὐκ ἀποστήσω ἀπ’ αὐτοῦ, ὡς ἀπέστησα ἀπὸ τῶν ἔμπροσθέν σου· καὶ πιστώσω αὐτὸν ἐν οἴκῳ μου καὶ ἐν βασιλεία αὐτοῦ ἕως αἰῶνος, καὶ ὁ θρόνος αὐτοῦ ἀνωρθωμένος ἕως αἰῶνος. 1 Paral. 17, 11. Καὶ ταῦτα, ὅμοια ὄντα τοῖς ἐκ τῆς δευτέρας τῶν Βασιλειῶν προεκτεθείσης, σημειωσάμενοι, διὰ τὸ μὴ πολλὴν εἶναι τὴν τούτων πρὸς ἐκεῖνα παραλλαγὴν ἀρκεσθησόμεθα τοῖς εἰς ἐκεῖνα εἰρημένοις.