Ancient Greek · ~3 min
Chapter 1
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 1.Ψ. Ἐκ Τῆσ γ´ τῶν βασιλειῶν. ΚΒ′.
Not analysed yet
Καὶ νῦν κύριε ὁ Θεὸς Ἰσραὴλ πιστωθήτω δὴ τὸ ῥῆμά σου, ὃ ἐλάλησας τῷ παιδί σου τῷ Δαυὶδ τῷ πατρί μου· 2 Reg. 8, 26. ὅτι εἰ ἀληθῶς κατοικήσει ὁ Θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς, εἰ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσει σοι. 2 Paral. 6, 17. Τὰ παραπλήσια τούτοις καὶ ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων ὑπὸ τοῦ Σολομῶνος εἴρηται ἐν τῇ πρὸς τὸν Θεὸν εὐχῇ. Σαφῶς οὖν καὶ ἐνθάδε προφητεύεται ὁ Θεὸς κατοικήσειν μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς· ὃ καὶ αὐτὸ πέρας εἴληφε καθ’ ἡμᾶς ἐπὶ τῇ Χριστοῦ γενομένῃ παρουσίᾳ, καθ’ ἣν ὁ Θεὸς Λόγος ἐνανθρωπίσας συνδιέτριψε τῷ γένει τῶν ἀνθρώπων.